κρήναις παρ’ ὑδροχύτοις, οὐκ οἴνου χλωραὶ σταγόνες· οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶν ἴακχον ἴακχον ᾠδὰν μέλπω πρὸς τὰν Ἀφροδίταν, ἃν θηρεύων πετόμαν Βάκχαις σὺν λευκόποσιν ὦ φίλος· ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς; ποῖ ξανθὰν χαίταν σείεις; ἐγὼ δ’ ὁ σὸς πρόπολος θητεύω Κύκλωπι τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ σᾶς χωρὶς φιλίας. Σιληνός σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε. Χορός χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις; Σιληνός ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι, κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι, τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.