ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου. Ὀδυσσεύς ἑστῶτες ἐσπάσθητε;  Χορός δ καὶ τά γ’ ὄμματα μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν. Ὀδυσσεύς ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι. Χορός ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι τυπτόμενος, αὕτη γίγνεται πονηρία; ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ, ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς. Ὀδυσσεύς πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει, νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις, ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα. Χορός δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν. κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ. Χορός ἰὼ ἰώ· γενναιότατ’ ὠ- θεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺν θηρὸς τοῦ ξενοδαίτα τυφέτω, καιέτω τὸν Αἴτνας μηλονόμον. τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶς δράσῃ τι μάταιον. Κύκλωψ ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας. Χορός καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ. Κύκλωψ ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν. ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας