ἐντόνως ὁ καρκίνος τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα φωσφόρους ὀλεῖ κόρας. ἤδη δαλὸς ἠνθρακωμένος κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον ἔρνος· ἀλλ’ ἴτω Μάρων· πρασσέτω· μαινομένου ’ξελέτω βλέφαρον Κύ- κλωπος, ὡς πίῃ κακῶς. κἀγὼ τὸν φιλοκισσοφόρον Βρόμιον πο- θεινὸν εἰσιδεῖν θέλω, Κύκλω- πος λιπὼν ἐρημίαν· ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι; Ὀδυσσεύς σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε, συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ, οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα, ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί. Χορός σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις. Ὀδυσσεύς ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς. Χορός οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα; Χορός α ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ. Χορός β ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.