εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς ποιηροὺς λείπουσα νομοὺς Αἰτναίων εἴσω σκοπέλων; Χορός —νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ κλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸν Κύκλωπος ἀγροβάτα. Χορός οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ Βάκχαι τε θυρσοφόροι, οὐ τυμπάνων ἀλαλαγμοὶ κρήναις παρ’ ὑδροχύτοις, οὐκ οἴνου χλωραὶ σταγόνες· οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶν ἴακχον ἴακχον ᾠδὰν μέλπω πρὸς τὰν Ἀφροδίταν, ἃν θηρεύων πετόμαν Βάκχαις σὺν λευκόποσιν ὦ φίλος· ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς; ποῖ ξανθὰν χαίταν σείεις; ἐγὼ δ’ ὁ σὸς πρόπολος θητεύω Κύκλωπι τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ σᾶς χωρὶς φιλίας. Σιληνός σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε. Χορός χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;