ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένος τάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα. δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν παρευτρέπισται· κοὐδὲν ἄλλο πλὴν πυροῦν Κύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ. Χορός πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν. χώρει δ’ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖν ἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ. Ὀδυσσεύς Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ λαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ, σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε, ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ, καὶ μὴ ’πὶ καλλίστοισι Τρωικοῖς πόνοις αὐτόν τε ναύ τα ς τ’ ἀπολέσητ’ Ὀδυσσέα ὑπ’ ἀνδρός, ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει. ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών, τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα. Χορός λήψεται τὸν τράχηλον ἐντόνως ὁ καρκίνος τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα φωσφόρους ὀλεῖ κόρας. ἤδη δαλὸς ἠνθρακωμένος κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον ἔρνος· ἀλλ’ ἴτω Μάρων· πρασσέτω· μαινομένου ’ξελέτω βλέφαρον Κύ-