τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον λεύσσω, τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας. —οὐκ ἂν φιλήσαιμ’·—αἱ Χάριτες πειρῶσί με.— ἅλις Γανυμήδην τόνδ’ ἔχων ἀναπαύσομαι. κάλλιστα, νὴ τὰς Χάριτας. —ἥδομαι δέ πως τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν. Σιληνός ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ; Κύκλωψ ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τοῦ Δαρδάνου. Σιληνός ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά. Κύκλωψ μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι; Σιληνός οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα. Ὀδυσσεύς ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα, ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένος τάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα. δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν παρευτρέπισται· κοὐδὲν ἄλλο πλὴν πυροῦν Κύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ. Χορός πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν. χώρει δ’ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖν ἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ. Ὀδυσσεύς Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ λαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ, σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε, ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ, καὶ μὴ ’πὶ καλλίστοισι Τρωικοῖς πόνοις αὐτόν τε ναύ τα ς τ’ ἀπολέσητ’ Ὀδυσσέα ὑπ’ ἀνδρός, ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει. ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών, τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα. Χορός λήψεται τὸν τράχηλον