ἡδέως ἠμύστισα. Κύκλωψ λάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ. Ὀδυσσεύς γιγνώσκεται γοῦν ἡ ἄμπελος τἠμῇ χερί. Κύκλωψ φέρ’ ἔγχεόν νυν. Ὀδυσσεύς ἐγχέω, σίγα μόνον. Κύκλωψ χαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνῃ πολύν. Ὀδυσσεύς ἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς. συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι. Κύκλωψ παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου. Ὀδυσσεύς κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν, τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ, ἢν δ’ ἐλλίπῃς τι, ξηρανεῖ σ’ ὁ Βάκχιος. Κύκλωψ ἰοὺ ἰού, ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις. ὁ δ’ οὐρανός μοι συμμεμιγμένος δοκεῖ τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον λεύσσω, τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας. —οὐκ ἂν φιλήσαιμ’·—αἱ Χάριτες πειρῶσί με.— ἅλις Γανυμήδην τόνδ’ ἔχων ἀναπαύσομαι. κάλλιστα, νὴ τὰς Χάριτας. —ἥδομαι δέ πως τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν. Σιληνός ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ; Κύκλωψ ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τοῦ Δαρδάνου. Σιληνός ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά. Κύκλωψ μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι; Σιληνός οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα. Ὀδυσσεύς ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,