ναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σε στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . . Κύκλωψ ὦ οἰνοχόος ἄδικος. Σιληνός οὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς. ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν. Κύκλωψ ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου. Σιληνός θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε, ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ. Κύκλωψ ἆ ἆ, τί δράσεις;