οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω. Κύκλωψ κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε. Σιληνός ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ. Κύκλωψ ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον. Σιληνός πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα. Κύκλωψ ἀπολεῖς· δὸς οὕτως. Σιληνός ναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σε στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . . Κύκλωψ ὦ οἰνοχόος ἄδικος. Σιληνός οὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς. ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν. Κύκλωψ ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου. Σιληνός θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε, ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ. Κύκλωψ ἆ ἆ, τί δράσεις; Σιληνός ἡδέως ἠμύστισα. Κύκλωψ λάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ. Ὀδυσσεύς γιγνώσκεται γοῦν ἡ ἄμπελος τἠμῇ χερί. Κύκλωψ φέρ’ ἔγχεόν νυν. Ὀδυσσεύς ἐγχέω, σίγα μόνον. Κύκλωψ χαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνῃ πολύν. Ὀδυσσεύς ἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς. συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι. Κύκλωψ παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου. Ὀδυσσεύς κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν, τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ, ἢν δ’ ἐλλίπῃς τι, ξηρανεῖ σ’ ὁ Βάκχιος. Κύκλωψ ἰοὺ ἰού, ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις. ὁ δ’ οὐρανός μοι συμμεμιγμένος δοκεῖ