πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι. Σιληνός καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ. Κύκλωψ οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ; Σιληνός οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω. Κύκλωψ κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε. Σιληνός ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ. Κύκλωψ ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον. Σιληνός πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα. Κύκλωψ ἀπολεῖς· δὸς οὕτως.