καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν. κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός. Κύκλωψ ἰδού. τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης; Σιληνός ὡς μὴ παριών τις καταβάλῃ. Κύκλωψ πίνειν μὲν οὖν κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον. σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν. Ὀδυσσεύς Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω; Κύκλωψ πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι. Σιληνός καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ. Κύκλωψ οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ; Σιληνός οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω. Κύκλωψ κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε. Σιληνός ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ. Κύκλωψ ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον. Σιληνός πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα. Κύκλωψ ἀπολεῖς· δὸς οὕτως. Σιληνός ναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σε στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . . Κύκλωψ ὦ οἰνοχόος ἄδικος. Σιληνός οὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς. ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν. Κύκλωψ ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου. Σιληνός θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε, ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ. Κύκλωψ ἆ ἆ, τί δράσεις;