καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν. κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός. Κύκλωψ ἰδού. τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης; Σιληνός ὡς μὴ παριών τις καταβάλῃ. Κύκλωψ πίνειν μὲν οὖν κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον. σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν. Ὀδυσσεύς Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω;