Κύκλωπος ἀγροβάτα. Χορός σπαργῶντας μαστοὺς χάλασον· δέξαι θηλαῖσι σπορὰς ἃς λείπεις ἀρνῶν θαλάμοις. ποθοῦσί σ’ ἁμερόκοιτοι βλαχαὶ σμικρῶν τεκέων. εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς ποιηροὺς λείπουσα νομοὺς Αἰτναίων εἴσω σκοπέλων; Χορός —νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ κλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸν Κύκλωπος ἀγροβάτα. Χορός οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ Βάκχαι τε θυρσοφόροι, οὐ τυμπάνων ἀλαλαγμοὶ