διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος. Ὀδυσσεύς πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ. Κύκλωψ μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου. Ὀδυσσεύς ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν. Κύκλωψ ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ. Ὀδυσσεύς ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός. Κύκλωψ τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ; Σιληνός δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ; Κύκλωψ καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . .