τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν. Κύκλωψ θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων; Ὀδυσσεύς ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής. Κύκλωψ οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν. Ὀδυσσεύς τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν; Κύκλωψ μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε. Ὀδυσσεύς μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ. Κύκλωψ οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ; Ὀδυσσεύς ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ. Κύκλωψ διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος. Ὀδυσσεύς πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ. Κύκλωψ μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου. Ὀδυσσεύς ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν. Κύκλωψ ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ. Ὀδυσσεύς ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός. Κύκλωψ τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ; Σιληνός δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ; Κύκλωψ καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . . Σιληνός καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν. κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός. Κύκλωψ ἰδού. τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης; Σιληνός ὡς μὴ παριών τις καταβάλῃ. Κύκλωψ πίνειν μὲν οὖν κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον. σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν. Ὀδυσσεύς Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω; Κύκλωψ πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι. Σιληνός καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ. Κύκλωψ οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;