τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν. Κύκλωψ θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων; Ὀδυσσεύς ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής. Κύκλωψ οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν. Ὀδυσσεύς τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν; Κύκλωψ μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε. Ὀδυσσεύς μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ. Κύκλωψ οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ; Ὀδυσσεύς ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.