χρόα χὡς τέρεινα νύμφα δροσερῶν ἔσωθεν ἄντρων. στεφάνων δ’ οὐ μία χροιὰ περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει. Ὀδυσσεύς Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι. Κύκλωψ ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται; Ὀδυσσεύς μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου. Κύκλωψ ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ. Ὀδυσσεύς τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν. Κύκλωψ θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων; Ὀδυσσεύς ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής. Κύκλωψ οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν. Ὀδυσσεύς τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν; Κύκλωψ μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε. Ὀδυσσεύς μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ. Κύκλωψ οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ; Ὀδυσσεύς ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ. Κύκλωψ διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος. Ὀδυσσεύς πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ. Κύκλωψ μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου. Ὀδυσσεύς ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν. Κύκλωψ ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ. Ὀδυσσεύς ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός. Κύκλωψ τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ; Σιληνός δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ; Κύκλωψ καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . .