χρόα χὡς τέρεινα νύμφα δροσερῶν ἔσωθεν ἄντρων. στεφάνων δ’ οὐ μία χροιὰ περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει. Ὀδυσσεύς Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι. Κύκλωψ ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται; Ὀδυσσεύς μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου. Κύκλωψ ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.