πάντως μέλλει τυφλὸς εἶναι. Ημιχ. Χορός μάκαρ ὅστις εὐιάζει βοτρύων φίλαισι πηγαῖς ἐπὶ κῶμον ἐκπετασθείς, φίλον ἄνδρ’ ὑπαγκαλίζων ἐπὶ δεμνίοις τε ξανθὸν χλιδανῆς ἔχων ἑταίρας μυρόχριστος λιπαρὸν βό- στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι; Κύκλωψ παπαπᾶ· πλέως μὲν οἴνου,  γάνυμαι δὲ δαιτὸς ἥβῃ, σκάφος ὁλκὰς ὣς γεμισθεὶς ποτὶ σέλμα γαστρὸς ἄκρας. ὑπάγει μ’ ὁ χόρτος εὔφρων ἐπὶ κῶμον ἦρος ὥραις ἐπὶ Κύκλωπας ἀδελφούς. φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι. Χορός καλὸν ὄμμασιν δεδορκὼς Καλὸς ἐκπερᾷ μελάθρων. — παπαπᾶ· φιλεῖ τις ἡμᾶς.–- λύχνα δ’ ἀμμένον δαΐα σὸν χρόα χὡς τέρεινα νύμφα δροσερῶν ἔσωθεν ἄντρων. στεφάνων δ’ οὐ μία χροιὰ περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει. Ὀδυσσεύς Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι. Κύκλωψ ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται; Ὀδυσσεύς μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου. Κύκλωψ ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.