πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι. καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν· ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους, ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον. Χορός ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ ταχθεὶς δαλοῦ κώπην ὀχμάσας Κύκλωπος ἔσω βλεφάρων ὤσας λαμπρὰν ὄψιν διακναίσει;