ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω. Ὀδυσσεύς δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον. Χορός ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος, εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν. Ὀδυσσεύς σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι· χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι