Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας. Χορός ἰοὺ ἰού, γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν. Ὀδυσσεύς κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός. Χορός ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω. Ὀδυσσεύς δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον. Χορός ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος, εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν. Ὀδυσσεύς σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι· χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι. καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν· ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους, ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον. Χορός ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ ταχθεὶς δαλοῦ κώπην ὀχμάσας Κύκλωπος ἔσω βλεφάρων ὤσας λαμπρὰν ὄψιν διακναίσει; (ᾠδὴ ἔνδοθεν) an original stage direction σίγα σίγα. καὶ δὴ μεθύων ἄχαριν κέλαδον μουσιζόμενος σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος χωρεῖ πετρίνων ἔξω μελάθρων φέρε νιν κώμοις παιδεύσωμεν τὸν ἀπαίδευτον·