ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ, οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας. Χορός ἰοὺ ἰού, γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν. Ὀδυσσεύς κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.