καὶ ποιηρὰ βοτάνα; δινᾶέν θ’ ὕδωρ ποταμῶν ἐν πίστραις κεῖται πέλας ἄν- τρων; οὔ σοι βλαχαὶ τεκέων; Χορός —ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ κλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸν Κύκλωπος ἀγροβάτα. Χορός σπαργῶντας μαστοὺς χάλασον· δέξαι θηλαῖσι σπορὰς ἃς λείπεις ἀρνῶν θαλάμοις. ποθοῦσί σ’ ἁμερόκοιτοι βλαχαὶ σμικρῶν τεκέων. εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς ποιηροὺς λείπουσα νομοὺς Αἰτναίων εἴσω σκοπέλων; Χορός —νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ κλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸν Κύκλωπος ἀγροβάτα. Χορός οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ Βάκχαι τε θυρσοφόροι, οὐ τυμπάνων ἀλαλαγμοὶ