θηρὸς πανούργου σῆς τε δουλείας φυγήν. Χορός λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα. Ὀδυσσεύς ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ. Χορός ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν σφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω. Ὀδυσσεύς οὐδὲν τοιοῦτον· δόλιος ἡ ’πιθυμία. Χορός πῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι.