ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος πτέρυγας ἀλύει· σὺ δέ—νεανίας γὰρ εἶ— σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ. Χορός ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν, Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα. ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον χηρεύομεν. —τὸν δ’ οὐκ ἔχομεν κατ’ αὗ φαγεῖν. Ὀδυσσεύς ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν