ἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ. ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼ σιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω. ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετε φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα. ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν. ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,