ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν· ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ. ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν, ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν, λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ, σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο