λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν· ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ. ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν, ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν, λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ, σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο θεῖον κομίζει πῶμα, Διονύσου γάνος. ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς ἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσας κἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων, καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως. ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ, ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα. καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. ἐγὼ δ’ ἐπεγχέων ἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ. ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼ σιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω. ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετε φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα. ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν. ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,