Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶ τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον, τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός, παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου, ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων