κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον, μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα. σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο. καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί, ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί, ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων, Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις. ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ