δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν, οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος. Χορός πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε; Ὀδυσσεύς ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα, ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι, τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος. ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.