Κύκλωψ Αἰτναῖος ξενικῶν κρεῶν κεχαρμένος βορᾷ. Ὀδυσσεύς ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω κοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν; Χορός τί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ; Ὀδυσσεύς δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν, οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος. Χορός πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε; Ὀδυσσεύς ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα, ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι, τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος. ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί. κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον, μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα. σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο. καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί, ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί, ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων, Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις. ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶ τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον, τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός, παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου, ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας