ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων ὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳ κῶμοι συνασπίζοντες Ἀλθαίας δόμους προσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι; Χορός παῖ γενναίων μὲν πατέρων γενναίων τ’ ἐκ τοκάδων, πᾷ δή μοι νίσῃ σκοπέλους; οὐ τᾷδ’ ὑπήνεμος αὔρα καὶ ποιηρὰ βοτάνα; δινᾶέν θ’ ὕδωρ ποταμῶν ἐν πίστραις κεῖται πέλας ἄν- τρων; οὔ σοι βλαχαὶ τεκέων; Χορός —ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ κλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸν