οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ. ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ, πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς. ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷ ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με. Ὀδυσσεύς αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου γνώμην κατέσχον ἀλίμενόν τε καρδίαν.