ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά. ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ, καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων. ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέραν Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν, λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον, κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ. ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ, πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς. ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷ ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με. Ὀδυσσεύς αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου γνώμην κατέσχον ἀλίμενόν τε καρδίαν. ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά, νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα. σύ τ’, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδρας Ζεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις, ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός. Χορός Εὐρείας φάρυγγος, ὦ Κύκλωψ, ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο