ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά. ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ, καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων. ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέραν Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν, λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον, κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ