ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ, ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα, ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος δαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν, ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν. ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ, δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν καὶ πῦρ ἀναίθων—χιόνος οὐδέν μοι μέλει.