Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε, οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός. οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει, ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ, ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα, ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος δαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν, ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν. ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ, δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν καὶ πῦρ ἀναίθων—χιόνος οὐδέν μοι μέλει. ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά. ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ, καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων. ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέραν Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν, λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον, κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ. ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ, πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς. ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷ ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με. Ὀδυσσεύς αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου γνώμην κατέσχον ἀλίμενόν τε καρδίαν.