μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς, κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ. Κύκλωψ ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός, τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι. ἄκρας δ’ ἐναλίας ἃς καθίδρυται πατὴρ χαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ; Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε, οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός. οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει,