πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον, ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν, ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ· πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ κέρδη πονηρὰ ζημίαν ἠμείψατο. Σιληνός παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν