μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ Κύκλωπι δείπνων ἀνοσίων διάκονος. καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει σαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους, ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα. ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων ὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳ κῶμοι συνασπίζοντες Ἀλθαίας δόμους προσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι; Χορός παῖ γενναίων μὲν πατέρων γενναίων τ’ ἐκ τοκάδων, πᾷ δή μοι νίσῃ σκοπέλους; οὐ τᾷδ’ ὑπήνεμος αὔρα καὶ ποιηρὰ βοτάνα; δινᾶέν θ’ ὕδωρ ποταμῶν ἐν πίστραις κεῖται πέλας ἄν- τρων; οὔ σοι βλαχαὶ τεκέων; Χορός —ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ κλιτὺν δροσεράν; ὠή, ῥίψω πέτρον τάχα σου —ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα— μηλοβότα στασιωρὸν Κύκλωπος ἀγροβάτα. Χορός σπαργῶντας μαστοὺς χάλασον· δέξαι θηλαῖσι σπορὰς ἃς λείπεις ἀρνῶν θαλάμοις. ποθοῦσί σ’ ἁμερόκοιτοι βλαχαὶ σμικρῶν τεκέων.