δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν· ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ. νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ, ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι, οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν. ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,