ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως· μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις· οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς. ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα Γεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδος