πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ. Κύκλωψ ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν; Ὀδυσσεύς οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες. Κύκλωψ αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν. Ὀδυσσεύς θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν. ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ, ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως· μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις· οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς. ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα Γεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδος δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν· ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ. νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ, ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι, οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν. ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,