ἐγώ; κακῶς γὰρ ἐξόλοι’. Ὀδυσσεύς εἰ ψεύδομαι. Σιληνός μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ, μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα, μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας, τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος, ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον, ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼ ξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶ οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ. Χορός αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα περνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω, ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει. Κύκλωψ ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω. θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι; ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις; Ὀδυσσεύς Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο, πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ. Κύκλωψ ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν; Ὀδυσσεύς οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες. Κύκλωψ αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν. Ὀδυσσεύς θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν. ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ, ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως· μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·