ἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι. Ὀδυσσεύς Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων. ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο. τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφου ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ. ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει, ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά. Σιληνός ἐγώ; κακῶς γὰρ ἐξόλοι’. Ὀδυσσεύς εἰ ψεύδομαι. Σιληνός μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ, μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα, μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας, τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος, ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον, ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼ ξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶ οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ. Χορός αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα περνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω, ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει. Κύκλωψ ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω. θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι; ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις; Ὀδυσσεύς Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,