ἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι. Ὀδυσσεύς Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων. ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο. τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφου ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ. ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει, ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.