ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακος θερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ, τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα. ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου· ἅλις λεόντων ἐστί μοι θοινωμένῳ ἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς. Σιληνός τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα, ἡδίον’ ἐστίν. οὐ γὰρ αὖ νεωστί γε