τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τε πληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα. Σιληνός ὤμοι, πυρέσσω συγκεκομμένος τάλας. Κύκλωψ ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον; Σιληνός ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν. Κύκλωψ οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο; Σιληνός ἔλεγον ἐγὼ τάδ’· οἳ δ’ ἐφόρουν τὰ χρήματα· καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον τούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ